Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.15 Dem. 32.18 (English) >>Dem. 32.21

32.16καὶ ὅτι γʼ,” ἔφη τις τῶν παρόντων, “ἁπάντων ἐστὶ συνεργὸς οὗτος ἐκείνῳ, σημεῖον ὑμῖν ἐρῶ· πρὸ γὰρ τοῦ διακόπτειν ἐπιχειρῆσαι τὴν ναῦν, τίθενται πρός τινα τῶν συμπλεόντων οὗτος καὶ Ἡγέστρατος συγγραφήν. καίτοι εἰ μὲν εἰς πίστιν ἔδωκας, τί πρὸ τοῦ κακουργήματος ἂν τὰ βέβαιʼ ἐποιοῦ; εἰ δʼ ἀπιστῶν ἐτύγχανες, τί οὐχ, ὥσπερ οἱ ἄλλοι, τὰ δίκαιʼ ἐλάμβανες ἐν τῇ γῇ;” 32.17 τί ἂν τὰ πολλὰ λέγοι τις; ἦν γὰρ οὐδʼ ὁτιοῦν πλέον ἡμῖν ταῦτα λέγουσιν, ἀλλʼ εἴχετο τοῦ σίτου. ἐξῆγεν αὐτὸν Πρῶτος καὶ κοινωνὸς τοῦ Πρώτου, Φέρτατος· οὑτοσὶ δʼ οὐκ ἐξήγετο, οὐδʼ ἂν ἔφη διαρρήδην ὑπʼ οὐδενὸς ἐξαχθῆναι, εἰ μὴ αὐτὸν ἐγὼ ἐξάξω. 32.18μετὰ ταῦτα προὐκαλεῖθʼ Πρῶτος αὐτὸν καὶ ἡμεῖς ἐπὶ τὴν ἀρχὴν τὴν τῶν Συρακοσίων, κἂν μὲν ἐωνημένος τὸν σῖτον ἐκεῖνος φαίνηται καὶ τὰ τέλη κείμενʼ ἐκείνῳ καὶ τὰς τιμὰς διαλύων ἐκεῖνος, τοῦτον πονηρὸν ὄντʼ ἀξιοῦμεν ζημιοῦσθαι, εἰ δὲ μή, καὶ τὰ διάφορʼ ἀπολαβεῖν καὶ τάλαντον προσλαβεῖν, καὶ τοῦ σίτου ἀφιστάμεθα. ταῦτʼ ἐκείνου προκαλουμένου καὶ λέγοντος καὶ ἡμῶν οὐδὲν ἦν πλέον, ἀλλʼ ἦν αἵρεσις τοῦτον ἐξάγειν ἀπολωλεκέναι σωθέντα καὶ παρόντα τὰ ἡμέτερʼ αὐτῶν. 32.19 γὰρ αὖ Πρῶτος διεμαρτύρετʼ ἐξάγειν, βεβαιῶν ἀναπλεῖν ἐθέλειν εἰς τὴν Σικελίαν· εἰ δὲ ταῦτʼ ἐθέλοντος αὑτοῦ προησόμεθʼ ἡμεῖς τούτῳ τὸν σῖτον, οὐδὲν αὑτῷ μέλειν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, καὶ οὔτʼ ἂν ἐξαχθῆναι ἔφη, εἰ μὴ ὑπʼ ἐμοῦ, οὔθʼ προὐκαλεῖτο περὶ τοῦ ἀναπλεῖν ἐδέχετο, ἔν τε τῷ πλῷ τὴν συγγραφὴν ἔθετο, λέγε τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.15 Dem. 32.18 (English) >>Dem. 32.21

Powered by PhiloLogic